Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, ιβ΄. Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 8-8
Not analysed yet
τὸ δὲ τοῦ ῾Υδροχόου δωδεκατημόριον καθόλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. τὸ δὲ τῶν· Ἰχθύων δωδεκατημόριον καθόλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.