Ancient Greek
9 to 10
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 9-4-10
Not analysed yet
πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ πρὸς τῷ μέσῳ μᾶλλον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημόριον ἥνπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην· τοῦ γὰρ κατὰ τὴν Εὐρώπην πρὸς βορρόλιβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην αὐτοῦ τοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ καὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι,