Ancient Greek · ~5 min
Γ΄.
Claudius Ptolemaeus, Μαθηματικὴ Σύνταξις Section toc-3
Not analysed yet
Τάδε ἔνεστιν ἐν τῷ γ΄τῆς Πτολεμαίου μαθηματικῆς συντάξεως· αʹ. περὶ τοῦ μεγέθους τοῦ ἐνιαυσίου χρόνου. βʹ. ἔκθεσις κανόνων τῶν τοῦ ἡλίου μέσων κινήσεων. γʹ. περὶ τῶν καθʼ ὁμαλὴν καὶ ἐγκύκλιον κίνησιν ὑποθέσεων. δʹ. περὶ τῆς τοῦ ἡλίου φαινομένης ἀνωμαλίας. εʹ. περὶ τῆς πρὸς τὰ κατὰ μέρος τμήματα τῶν ἀνωμαλιῶν κανονοποιίας. Ϛ΄. κανόνιον τῆς ἡλιακῆς ἀνωμαλίας. ζʹ. περὶ τῆς κατὰ τὴν μέσην τοῦ ἡλίου πάροδον ἐποχῆς. ηʹ. περὶ τῆς τοῦ ἡλίου ψηφοφορίας. θʹ. περὶ τῆς τῶν νυχθημέρων ἀνισότητος. Ἐφωδευμένων ἡμῖν ἐν τοῖς πρὸ τούτου συντεταγμένοις τῶν τε ὁλοσχερῶς ὀφειλόντων περί τε οὐρανοῦ καὶ γῆς μαθηματικῶς προληφθῆναι καὶ ἔτι περὶ τῆς ἐγκλίσεως τοῦ διὰ μέσων τῶν ζῳδίων ἡλιακοῦ κύκλου καὶ τῶν κατὰ μέρος περὶ αὐτὸν συμβαινόντων ἐπί τε τῆς ὀρθῆς σφαίρας καὶ ἐπὶ τῆς καθʼ ἑκάστην οἴκησιν ἐγκεκλιμένης ἀκόλουθον ἡγούμεθα καὶ ἐφεξῆς τούτων τὸν περὶ τοῦ ἡλίου καὶ τῆς σελήνης ποιήσασθαι λόγον τά τε περὶ τὰς κινήσεις αὐτῶν ἐπισυμβαίνοντα διεξελθεῖν μηδενὸς τῶν περὶ τοὺς ἀστέρας φαινομένων ἄνευ τῆς τούτων προδιαλήψεως κατὰ τὸ παντελὲς εὑρεθῆναι δυναμένου. καὶ τούτων δὲ αὐτῶν προηγουμένην εὑρίσκομεν τὴν τῆς ἡλιακῆς κινήσεως πραγματείαν, ἧς ἄνευ πάλιν οὐδὲ τὰ περὶ τὴν σελήνην οἷον τʼ ἂν γένοιτο διεξοδικῶς καταλαβέσθαι.