Ancient Greek · ~3 min
Fragment 484
Cleanthes, Testimonia et Fragmenta 484
Not analysed yet
Sextus adv. math. VII 228. φαντασία οὖν ἐστὶ κατʼ αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ ⟨τὴν⟩ διὰ τῶν δακτυλίων γιγνομένην τοῦ κηροῦ τύπωσιν. —ib 372. εἰ γὰρ τ ύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία, ἤτοι κατʼ ἐξοχὴν καὶ εἰσοχὴν τύπωσίς ἐστιν, ὡς οἱ περὶ τὸν Κλεάνθην νομίζουσιν, ἢ κατ ὰ ψιλὴν ἑτεροίωσιν γίνεται κ. τ. λ. —ib. VIII 400. Κλεάνθους μὲν κυρίως ἀκούοντος τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς νοουμένην (τύπωσιν). —ib. Pyrrh. hypotyp. II 70. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγεμονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὥ ς φασιν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὡς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε [κατὰ] τὴν τερατολογουμένην ἑτεροιωτικήν.