Ancient Greek · ~5 min
Fragment 489
Cleanthes, Testimonia et Fragmenta 489
Not analysed yet
Arrianus Epict. Diss. II 19, 1-4. ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ [τὸ] πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι, καὶ τῷ δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν, καὶ τῷ [μὴ] δυνατὸν εἶναι ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυοῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατὸν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται. λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυοῖν ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστι· καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν ’Αντίπατρος. οἱ δὲ τἄλλα δύο, ὅτι δυνατόν τ’ ἐστὶν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν· δυνατῷ δ’ ἀδύνατον ἀκολουθεῖ. τὰ τρία δ’ ἐκεῖνα τηρῆσαι ἀμήχανον, διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην. Cic. de Fato 7, 14. omnia enim vera in praeteritis necessaria sunt, ut Chrysippo placet, dissentienti a magistro Cleanthe, quia sunt immutabilia nec in falsum e vero praeterita possunt convertere.