Ancient Greek · ~2 min
Fragment 502
Cleanthes, Testimonia et Fragmenta 502
Not analysed yet
Clemens Alex. Strom. V 8, 48 p. 674 P. οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς, ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον εἰς τὴν ἐναρμόνιον πορείαν [τὸ φῶς] ἄγει. Cf. Plut. de Pyth. orac. c. 16 fin. ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν, ἐπιστήσαντες, ὡς ἔοικε, Σκυθίνῳ λέγοντι περὶ τῆς λύρας, ἣν ἁρμόζεται Ζηνὸς εὐειδὴς Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος συλλαβών· ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.