Ancient Greek · ~2 min
Fragment 535
Cleanthes, Testimonia et Fragmenta 535
Not analysed yet
Plutarchus de aud. poët. 11 p. 31 d. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι. κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ (Γ 320) Ζεῦ πάτερ Ἴδηθεν μεδέων καὶ τὸ (Π 233) Ζεῦ ἄνα Δωδωναῖε κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. Schol. BL. Hom. Π 233 Ζεῦ ἄνα Δωδωναῖε] τινὲς δὲ ἀναδωδωναῖε ὑφʼ ἓν παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν.