Ancient Greek · ~1 min
Fragment 559
Cleanthes, Testimonia et Fragmenta 559
Not analysed yet
Clemens Alex. Strom. V 3, 17 p. 655 P. καὶ ἡ Κλεάνθους δὲ τοῦ Στωικοῦ φιλοσόφου ποιητικὴ ὧδέ πως τὰ ὅμοια γράφει μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι, μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα βάξιν· οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν, οὔτε δικαίαν οὔτε καλήν, ὀλίγοις δὲ παρ’ ἀνδράσι τοῦτό κεν εὕροις.