Ancient Greek · ~2 min
Fragment 570
Cleanthes, Testimonia et Fragmenta 570
Not analysed yet
Galenus de Hipp. et Plat. plac. V 6 (Vol. V p. 476 K. ,p. 456 Iu. Mueller.) . τὴν μὲν οὖν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν. Λογισμός. τί ποτʼ ἐσθʼ ὃ βούλει, θυμέ; τοῦτό μοι φράσον. Θυμός. 〈σ〉έ γʼ, ὦ λογισμέ, πᾶν ὃ βούλομαι ποιεῖν. Λ. βασιλικὸν ⟨εἶ⟩πε⟨ς⟩· πλὴν ὅμως εἰπὸν πάλιν. Θ. ὧν ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται. ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος ἐναργῶς ἐνδεικνύμενα τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν Λογισμὸν τῷ Θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ.