Ancient Greek · ~2 min
Fragment 603
Cleanthes, Testimonia et Fragmenta 603
Not analysed yet
Diogenes Laërt. VII 173. Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα, οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ, ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος. ἐφ’ ᾧ ἀγασθέντες οἱ ἀκροαταί, τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δὲ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι, τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δὲ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν.