Ancient Greek · ~3 min
Fragment 611
Cleanthes, Testimonia et Fragmenta 611
Not analysed yet
Musonius ap. Stob. Ecl. II 31, 125 p. 243, 1 Wachsm. ἢ οὐ τοιοῦτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος ἐστίν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἔγγιον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ ἀγαθὸν τυγχάνει ὢν ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις (Hom. Od. δ 611). —Diogenes Laërt. VII 172. Λάκωνός τινος εἰπόντος, ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος.