Ancient Greek
150.1
Clearchus, Fragmenta 150.1
Unproofread scanNot analysed yet
'Ο δὲ (sc. Δαρείος) ἤνεγκεν οὐ μετριῶς, εἰτ' ἔρωτι τῆς Ἀσπασίας περιπαθῆς γενοὺς, εἰτε ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός. Αἰσθόμενος δ' αὐτὸν οὕτως ἔχοντα Τηριβάζος ἐτι μᾶλλον ἐξετράγυνεν ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθ' αὑτόν. Ἦν δὲ τοιαῦτα. Πλειόνων οὖσῶν βασιλεῖ θυγατέρων ὁμολόγησεν Φαρναβάζῳ μὲν Ἀπάμαν δώσεν γυναῖκα, Ῥοδογούνην δ' Ὀροίτη, Τηριβάζῳ δ' Ἀμηστριν. Καὶ τοῖς μὲν ἄλλοις ἐδωκε, Τηριδάζων δ' ἐμέσχατο γήμας αὐτὸς τὴν Ἀμηστριν: ἀντ' ἐκείνης δὲ τῷ Τηριβάζῳ τὴν νεωτάτην Ἀτοσσαν ἐνηγγύησεν. Ἐπεὶ δὲ καὶ ταύτην ἐρασθείς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενὲς πρὸς αὐτὸν δ Τηριδάζος ἔσχε, οὐδ' ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ' ἀνόμαλος καὶ παράφρορος.