Ancient Greek
166.6
Clearchus, Fragmenta 166.6
Unproofread scanNot analysed yet
Cf. Pollux VIII, 90 :Ὀ δὲ βασιλεὺς μυστηρίων προέστηκε μετὰ τῶν ἐπιμελητῶν, καὶ Ἀγναίων καὶ ἀγῶνων τῶν ἐπὶ λαμπάδι· καὶ τὰ περὶ τὰς πατρίους θυσίας διοικεῖ. Δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται ἀσεβείας, ἱερωσύνης, ἀμφισβητήσεως· καὶ τοῖς γένεσι καὶ τοῖς ἱεροῖσι πᾶσιν αὐτὸς δικάζει, καὶ τὰς τοῦ φόνου δίκας εἰς Ἀρειον πάγον εἰσάγει, καὶ τὸν στέφανον ἀποθέμενος αὐν αὐτοῖς δικάζει. Προαγορεύει δὲ τοῖς ἐν αἰτία ἀπέχεσθαι μυστηρίων καὶ τῶν ἄλλων νομιμῶν· δικάζει δὲ καὶ τὰς τῶν ἀθύρων δίκας. Τὴν δὲ συνοικοῦσαν αὐτῷ βασιλίσσαν καλοῦσιν.