Ancient Greek
171.2
Clearchus, Fragmenta 171.2
Unproofread scanNot analysed yet
Cf. Pollux VIII, 126 :Διαιτηταὶ δὲ ἐκ τῶν ὑπὲρ ἐξήκοντα ἔτη γεγονότων ἐκλήρουντο, καὶ ἐπεκλήρουντο αὐτοῖς αἱ δίαται· καὶ ἀτιμία ἀφώριστο τῷ μὴ διαιτήσαντι τὴν ἐπικληρωθεῖσαν διάταν· τῶν δ' ἐν ἱεροῖς πάλαι οὐδεμία δίκη πρὶν ἐπὶ διαιτητὰς ἐλθεῖν εἰσήγετο· ἔλεγον δὲ ἐπιτρίβαι δίαταν, καὶ ἡ δίατα ἐκαλεῖτο ἐπιτροπή· ἡ δὲ ἑφείς αὐτῶν εἰ εἰς δικαστήριον ἐγίγνετο, εἰς ἐχίνον τὰς ψήφους ἐμβαλόντες ἰδίᾳ ἐκατέρας τοῦ φεύγοντος καὶ τοῦ διώκοντος κατεσφαιλίζοντο· ἐλάμβανον δὲ οἱ διαιτηταὶ δραχμὴν παρὰ τοῦ κρίνοντος τὴν καλουμένην παράστασιν, ἐγγράψαντος αὐτῷ ἐν γραμματείῳ τὸ ἐγκλημα καὶ τὸ τίμημα· ἐλάμβανον δὲ καὶ ἑτέραν ὑπὲρ τῆς ἀντωμοσίας. Schol. in Platon. p. 457 Bekk. ; Bekker. Anecd. I, p. 235. Hermann. l. l. §145 ; Schœmann. Antiq. p. 266 et 284 sq.