Ancient Greek
183.4
Clearchus, Fragmenta 183.4
Unproofread scanNot analysed yet
[ΚΡΗΤΩΝ.] κυρία δ' οὐδενὸς ἐστιν ἀλλ' ἡ συνεπιμηρίσαι τὰ δόξαντα τοῖς γέρονσι καὶ τοῖς κόσμοις. Τὰ μὲν οὖν τῶν συστατίων ἔχει βέλτιον τοῖς Κρήσιν ἢ τοῖς Λάκωσιν· ἐν μὲν γὰρ Λακεδαίμονι κατὰ κεφαλὴν ἕκαστος εἰσφέρει τὸ τεταγμένον· εἰ δὲ μή, μετέχειν νόμος κωλύει τῆς πολιτείας, καθάπερ εἴρηται καὶ πρότερον. Ἐν δὲ Κρήτῃ κοινοτέρως· ἀπὸ πάντων γὰρ τῶν γινομένων καρπῶν τε καὶ βοσκημάτων, καὶ ἐκ τῶν δημίων καὶ φόρων, οὓς φέρουσι οἱ περίοικοι, τέτακται μέρος τὸ μὲν πρὸς τοὺς θεοὺς καὶ τὰς κοινὰς λειτουργίας, τὸ δὲ τοῖς συστατίοις, ὥστε ἐκ κοινῦ τρέφεσθαι πάντας καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας. (5) Πρὸς δὲ τὴν ὀλιγοσίταν ὡς ἀφελίμων πολλὰ περιλοσόρπην ὁ νομοθέτης, καὶ πρὸς τὴν διαζευξιν τῶν γυναικῶν, ἵνα μὴ πολυτεχνῶσι, τὴν πρὸς τοὺς ἄρρενας ποιήσας ὁμιλίαν, περὶ ἧς, εἰ φαύλως ἢ μὴ φαύλως, ἕτερο ἐσται τοῦ διασκεφάσθαι καιρός. Ὅτι δὲ τὰ περὶ τὰ συστάσια βέλτιον τέτακται τοῖς Κρήσιν ἢ τοῖς Λάκωσι, φανερόν. Τὰ δὲ περὶ τοὺς κόσμους ἐτι χειρόν τῶν ἐφόρων· ὁ μὲν γὰρ ἔχει κακὸν τὸ τῶν ἐφόρων ἀρχεῖον, ὑπάρχει καὶ τούτων· γίνονται γὰρ οἱ τυγχόντες· δ' ἔχει συμφέρει πρὸς τὴν πολιτείαν, ἐνταῦθ' οὐκ ἔστιν. Ἐκεῖ μὲν γὰρ, διὰ τὸ τὴν αἵρεσιν ἐκ πάντων εἶναι, μετέχων ὁ δῆμος τῆς μεγίστης ἀρχῆς βούλεται μένειν τὴν πολιτείαν· ἐνταῦθα δ' οὐκ ἐξ ἀπάντων αἱροῦνται τοὺς κόσμους, ἀλλ' ἐκ τινῶν γενῶν, καὶ τοὺς γέροντας ἐκ τῶν κεκοσμηκότων. (6) Περί δὲ τοὺς αὐτοὺς ἀν τις εἴποι λόγους καὶ περὶ τῶν ἐν Λακεδαίμονι γινομένων· τὸ γὰρ ἀνυπεύθυνον καὶ τὸ διὰ βίου, μειζόν ἐστι γέρας τῆς ἀξίας αὐτοῖς, καὶ τὸ μὴ κατὰ γράμματα ἄρχειν, ἀλλ' αὐτογνώμονας, ἐπισφαλές. Τὸ δ' ἡσυχαζειν μὴ μετέχοντα τοῦ δήμου, οὐδὲν σμικυον τοῦ τετάχθαι καλῶς· οὐδὲ γὰρ λήματός τις τοῖς κόσμοις, ὅσπερ τοῖς ἐφόροις, πόρρω γ' ἀποικουσι νὴν ψῆφον τῶν διαφεροῦντων. Ἡν δὲ ποιούνται τῆς ἀμαρτίας ταύτης ἰατρείαν, ἄτοπος καὶ οὐ πολιτική, ἀλλὰ δυναστευτική. (7) Πολλάκις γὰρ ἐκβάλλουσι συστάντες τινὲς τοὺς κόσμους ἢ τῶν συναρχόντων αὐτῶν ἢ τῶν ἰδιωτῶν. Ἔξεστι δὲ καὶ μεταξὺ τοῖς κόσμοις ἀπειπεῖν τὴν ἀρχήν. Ταῦτα δὲ πάντα βέλτιον γίνεσθαι κατὰ νόμον ἢ κατὰ ἀνθρώπων βούλησιν· οὐ γὰρ ἀσφαλὴς ὁ κανών. Πάντων δὲ φαυλότατον τὸ τῆς ἀκοσμίας τῶν δυνατῶν, ἂν συνιστάσει πολλάκις, ὅταν μὴ δίκας βούλωνται δῦναι· ἢ καὶ δήλον, ὡς ἔχει τι πολιτείας ἢ τάξις, ἀλλ' οὐ πολιτεία ἐστιν, ἀλλὰ δυναστεία μᾶλλον. Εἰώθασι δὲ διαλαμβάνοντες τὸν δῆμον καὶ τοὺς φίλους μοναρχίαν ποιεῖν καὶ σπαστάζειν καὶ μάχεσθαι πρὸς ἀλλήλους. (8) Καίτοι τί διαφέρει τὸ τοιούτων ἢ διὰ τινὸς χρόνου μηκέτι πόλιν εἶναι τὴν τοιαύτην, ἀλλὰ λύεσθαι τὴν πολιτικὴν κοινωννίαν; Ἔστι δ' ἐπικίνδυνος οὕτως ἔχουσα πόλις τῶν βουλομένων ἐπιτιθέσθαι καὶ δυναμένων· ἀλλὰ, καθάπερ