Ancient Greek
195.4
Clearchus, Fragmenta 195.4
Unproofread scanNot analysed yet
[Arist. Pol. II, 9, 6 :Ἐγένετο δὲ καὶ Φιλόλαος δ Κορίνθιος νομοθέτης Θηβαίοις. Ἦν δ᾿ ὁ Φιλόλαος τὸ μὲν γένος τῶν Βαχχιαδῶν, ἐραστὴς δὲ γενόμενος Διοκλέους τοῦ νικήσαντος Ὀλυμπίασιν, ὡς ἐκεῖνος τὴν πόλιν ἐλίπε, διαμισήσας τὸν ἔρωτα τὸν τῆς μητρὸς Ἀλκυόνης, ἀπήλθεν εἰς Θήβας, κακὲ τὸν βίον ἐτελεύτησεν ἀμφότεροι· καὶ νῦν ἐτι δεικνύουσι τοὺς τάφους αὐτῶν ἀλλήλοις μὲν εὐσυνόπτους ὄντας, πρὸς δὲ τὴν τῶν Κορινθίων χώραν τοῦ μὲν συνόπτου, τοῦ δ᾿ οὐ συνόπτου. Μυθολογοῦσι γὰρ αὐτοὺς οὕτω τάξασθαι τὴν ταφὴν, τὸν μὲν Διοκλέα, διὰ τὴν ἀπεύθειαν τοῦ πάθους, ὅπως μὴ ἀποπτὸς ἔσται ἡ Κορινθία ἀπὸ τοῦ χώματος, τὸν δὲ Φιλόλαον, ὅπως ἀποπτὸς. Ὠμῆσαν μὲν οὖν διὰ τὴν τοιαύτην αἰτίαν παρὰ τοῖς Θηβαίοις, νομοθέτης δ᾿ αὐτοῖς ἐγένετο Φιλόλαος περὶ τ᾿ ἄλλων τιvῶν καὶ περὶ τῆς παιδοποιίας, οὓς καλοῦσιν ἐκεῖνοι νόμους θετικούς· καὶ τοῦτ᾿ ἔστιν ἴδιος ὑπ᾿ ἐκείνου νενομοθετημένος, ὅπως ὁ ἀριθμὸς σῴζεται τῶν κλήρων.] V. Müller. Min. p. 407 sq. ,Dor. II, p. 200.