Ancient Greek
209.1
Clearchus, Fragmenta 209.1
Unproofread scanNot analysed yet
πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι· τὴν δὲ ὁμολογείν ἀφίξεσθαι πρὸς αὐτόν, ἕνὸς μόνου τυχοῦσαν, περὶ οὗ τὸν Διογνητον (ὡς φησιν ὁ φιλόσοφος) ὤρχον ἤτησεν· ἐπεὶ δ' ὤμοσεν, ἡξίου τὸ Δήλιον αὐτῷ δοθῆναι (Δήλιον γὰρ ἐκαλεῖτο τὸ χωρίον), ἄλλως δ' οὐκ ἂν ἔφη συνελθεῖν. Ὁ δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὤρχον ἐξέστη, καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκεῖνη δὲ τοῖς πολίταις. Ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες, ἐφ' οἷς ἠβούλοντο, πρὸς τοὺς Μιλησίους διελύθησαν.