Ancient Greek
220.2
Clearchus, Fragmenta 220.2
Unproofread scanNot analysed yet
οἱ βέλτιστοι δύνωνται σχολάζειν, καὶ μηδὲν ἀσχολμονεῖν μὴ μόνον ἄρχοντες, ἀλλὰ μηδ’ ἰδιωτεύοντες. Εἰ δὲ δεῖ βλέπειν καὶ πρὸς εὐπορίαν χάριν σχολῆς, φαύλων τὸ τὰς μεγίστας ἄνθρας εἶναι τῶν ἀρχῶν, τὴν τε βασιλείαν καὶ τὴν στρατηγίαν· ἐντιμον γὰρ ὁ νόμος οὕτως ποιεῖ τὸν πλοῦτον μᾶλλον τῆς ἀρετῆς, καὶ τὴν πόλιν ὀλὴν φιλοχρήματον. (7) Ὅ τι δὲ ἂν ὑπολάβῃ τίμιον εἶναι τὸ κύριον, ἀνάγκη καὶ τὴν τῶν ἄλλων πολιτῶν δόξαν ἀκολουθεῖν τούτοις· ὅπου δὲ μὴ μάλιστα ἀρετὴ τιμᾶται, ταύτην οὐχ οἷόν τε εἶναι βεβαίως ἀριστοκρατικὴν πολιτείαν. Ἔοίξεσθαι δ’ εὐλογον κερδαίνειν τοὺς ὀνομαζόνους, ὅταν δαπανῶντες ἄρχωσιν· ἄτοπον γὰρ, εἰ πένης μὲν ὧν ἐπιεικῆς δὲ βουλήσεται κερδαίνειν, φαυλότερος δ’ ὧν οὐ βουλήσεται δαπανήσας. Διὸ δεῖ τοὺς δυναμένους ἀρισταρχεῖν, τούτους ἄρχειν. Βέλτιον δ’ εἰ καὶ προεῖτο τὴν εὐπορίαν τῶν ἐπιεικῶν ὁ νομοθέτης, ἀλλὰ ἄρχοντῶν γε ἐπιμελεῖσθαι τῆς σχολῆς. (8) Φαῦλον δ’ ἂν δόξειεν εἶναι καὶ τὸ πλείους ἄρχας τὸν αὐτὸν ἄρχειν, ὅπερ εὐδοκιμεῖ παρὰ τοῖς Καρχηδονίοις· ἐν γὰρ ὑφ’ ἑνὸς ἔργον ἄριστ’ ἀποτελεῖται. Δεῖ δ’ ὅπως γίνεται τοῦθ’ ὁρᾶν τὸν νομοθέτην, καὶ μὴ προστάττειν τὸν αὐτὸν αὐλὴν καὶ σκυτοτομεῖν. Ὅπου δ’ οὐ μικρὰ πόλις, πολιτικώτερον πλείονας μετέχειν τῶν ἀρχῶν, καὶ ὀημοτικώτερον· κοινότερον τε γὰρ, καθάπερ εἴπομεν, καὶ