Ancient Greek
229.3
Clearchus, Fragmenta 229.3
Unproofread scanNot analysed yet
ἡ ὑπερκειμένη χώρα προσήνεμός ἐστι, διαφερόντως δ’ εἰς τὸ πεδίον τοῦτο [τὸ] μελαμβόρειον καταιγίζει πνεῦμα βίαιον καὶ φρικώδες· φασι γοῦν σύρεσθαι καὶ κυλινδεῖσθαι τῶν λίθων ἐνίοις, κατακλᾶσθαι δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν ὀχημάτων καὶ γυμνοῦσθαι, καὶ ὀπλῶν καὶ ἐσθῆτος ἀπὸ τῆς ἐμπνοῆς. ’Αριστοτέλης μὲν οὖν φησιν ὑπὸ σεισμῶν τῶν καλουμένων βραστοῖν ἐκπεσόντας τοὺς λίθους εἰς τὴν ἐπιφάνειαν συλλολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων.