Ancient Greek
252.3
Clearchus, Fragmenta 252.3
Unproofread scanNot analysed yet
Idem XII, p. 554, E :Ἐν μανίᾳ δὲ τρυφὴν ἡδίστην γενομένην οὐκ ἀπόδος ὁ Ποντικὸς Ἡρακλείδης διηγεῖται, ἐν τῷ Περὶ ἡδονῆς οὕτως γράφων · «Ὁ Αἰξωνεύς Θρασύλαος, ὁ Πυθοδώρου, διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης, ὡς πάντα τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἶναι, καὶ ἀπεργάζεσθαι αὐτά, καὶ ἀπέστιλκε, καὶ διώκει, καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοιαύτης, ὥσπερ ἂν τις εἴη τοσούτων χρημάτων κύριος ὢν. Καὶ τῶν μὲν ἀπολομένων, οὐδὲν ἐπελήττε, τοῖς δὲ σωζομένοις ἠχαιρε, καὶ διήγε μετὰ πλείστης ἡδονῆς. Ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτοῦ Κρίτων, ἐκ Σικελίας ἐπιδημήσας, συλλαβὼν αὐτὸν παρεδίδωκεν ἰατρῷ, καὶ σπῆ μαινίας ἐπαύσατο, διηγεῖτο οὐδενὶ πώποτε φάσκον κατὰ τὸν βίον ἡσθῆναι πλείονα· λύπην μὲν γὰρ οὐδ’ ἠντινοῦν αὐτῷ παραγένεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλήθος ὑπερβάλλειν. »