Ancient Greek
288.3
Clearchus, Fragmenta 288.3
Unproofread scanNot analysed yet
Eadem e codice Parisino :Περὶ τοῦ Σesoγχώσιδος λέγει. Οὕτως γὰρ Αἰγύπτου πάσης βασιλεύσας μετὰ Ὠρον, τὸν Ὀσίριδος καὶ Ἶσιδος παῖδα, τὴν τε Ἀσίαν ὁρμήσας πᾶσαν κατεστρέψατο καὶ μέρη πλείστα τῆς Εὐρώπης. Ἀκριβέστερα (1. -ον) δὲ τὰ περὶ αὐτοῦ Ἡρόδotos διηγείται. . . . Περὶ δὲ τοὺς χρόνους, καθ’ οὓς ἐγένετο ὁ Σesoστρις, Ἀπολλώνιος δὲ τοῦτο μόνον φησί· πολὺς γὰρ ἀδὴν ἐπενήνοθεν αἰῶν· Δικαιάρχος δὲ ἐν α’ μετὰ τὸν Ὀσίριδος καὶ Ἶσιδος Ὠρον βασιλέα φησὶ γεγονέναι Σesoώστριν· ὥστε γίγνεσθαι ἀπὸ μὲν τῆς Σesoώστριδος βασιλείας μέχρι τοῦ Νείλου ἐτῆ βρ’, ἀπὸ [δὲ ]τῆς Νείλου βασιλείας μέχρι τῆς α’ Ὀλυμπιάδος ἐτῆ υλς’, ὡς εἶναι τὰ πάντα ὁμοῦ ἐτῆ βτδ λς’. Καὶ νόμους δὲ λέγει Δικαιάρχος αὐτὸν τεθεῖχέναι, μηδένα ἐκλείπειν τὴν πατρώαν τέχνην· τοῦτο γὰρ ὕστερ ἀρχὴν εἶναι πλεονεξίας· καὶ πρῶτον δὲ εὑρῆναι ἵππων ἐπιβαίνειν ἀνθρώπων. Ἄλλοι δὲ ταῦτα εἰς Ὠρον ἀναφέρουσι· καὶ τοῦτο δὲ φησι Δικαιάρχος ἐν β’ Ἑλληνικοῦ βίου Σesoώστριδι μεμεληχέναι.