Ancient Greek
302.31
Clearchus, Fragmenta 302.31
Unproofread scanNot analysed yet
ΓΗΣ ΠΕΡΙΟΔΟΣ. δ' ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαιάρχον τε καὶ Ἐρατοσθένη, τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας, καὶ Πυθέαν, ὅφ' οὐ παραχρῶσθηναι πολλούς, ὧν μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου, προιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καὶ οὔτὴν ὑπῆρχεν ἐτι οὔτε θάλαττα οὐτ' ἄηρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεῦμονι θαλαττίῳ ἔοικός, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τούτων ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα· τὸ μὲν οὖν τῶ πλεῦμονι ἔοικὸς αὐτὸς ἐωραχέναι, τὰλλα δὲ λέγειν ἐξ ἀκοῆς. Ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπελθοι τὴν παρακεαντίν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Ταναΐδος.