Ancient Greek
350.1
Clearchus, Fragmenta 350.1
Unproofread scanNot analysed yet
δ Φιλόξενος, ὅτι γράφων τὴν Γαλάτειαν βούλοιστό τινα παρ’ ἐκείνης τῶν κατὰ Νηρίαν πυθέσθαι· τὴν δὲ ἠρωτημένην ἀποκεκρισθαι, διότι νεωτέρα ἀλῶν· διό μὴ παρακολουθεῖν· τὴν δὲ τῷ Διονυσίῳ παρασθεῖσαν, πρεσβυτέραν οὖσαν, εἰδέναι πάντα σαφῶς ὅ βούλεται μαθεῖν. Τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρίγλαν τὴν παρακειμένην αὐτῷ. Συνεμέθυσ δὲ τῷ Φιλοξένῳ ἡδέως ὁ Διονύσιος. Ἐπεὶ δὲ τὴν ἐρωμένην Γαλάτειαν ἐφωράθη διαφθεῖρον, εἰς τὰς λατομίας ἐνεθλήθη· ἐν αἷς ποιῶν τὸν Κύκλωπα συνέθηκε τὸν μῦθον εἰς τὸ περὶ αὐτὸν γενόμενον πάθος, τὸν μὲν Διονύσιον Κύκλωπα ὑποστησάμενος, τὴν δ’ αὐλητρίδα Γαλάτειαν, ἐκ τῶν δ’ Ὀδυσσέα. Haec etiam ad libros Περὶ ποιητῶν referre licet.