Ancient Greek
359.1
Clearchus, Fragmenta 359.1
Unproofread scanNot analysed yet
μενοι, γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεορεῖν· καὶ ὁ βουλόμενος, καθάπερ εἰς ἀτυχὴ παραπηδῶν ἀγέλην, ἐθoinᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ἄραν, πάντων μὲν δρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. Οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν, ὥστε Ταραντίνους τοὺς ἐν Καρβίῃν παρανομήσαντας ἐκεραύνωσε πάντας. Καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἐκάστη τῶν οἰκιῶν, οὓς ὑπεδέξαντο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων, τοσαύτας ἔχει στήλας πρὸ τῶν θυρῶν· ἐφ’ αἷς καὶ ὅν ἀπώλοντο χρόνον οὐδ’ οἰκτίζονται τοὺς ἀποιοχομένους, οὔτε τὰς νομίμους χεόνται χόας, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ. »