Ancient Greek
364.2
Clearchus, Fragmenta 364.2
Unproofread scanNot analysed yet
Προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν. «Ἀλλ’ ἤδη καὶ τῇ τούτων χρεία μέμψαιτ’ ἂν τις τὸ μειρακίον, ὥσπερ εἶπον. Οἱ μὲν γὰρ παῖδες μικρὸν ἀπώθεν τῆς κλίνης ἐν γιωνίοισι ἐστάσαν· τριῶν δ’ ὄντων ἀνδρῶν, δι’ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ’ ἡμῖν, ὁ μὲν εἰς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο, τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὐ̓τοῦ γόνασι λεπτῷ ληδῷ συννηφιαχώς. Ὁ δὲ ἐπαύει, ὅπου καὶ μὴ λέγοντος οὐκ ἀδηλον. Καλεῖται δ’ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος, διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὁμως τεχνικώτατα κολακεύων παρεμπίπτεν ἐς τὰς ὁμιλίας. Ἄτερος δ’ ἤν ἐπὶ τινος δίφρου κειμένου παρ’ αὐ̓τὴν τὴν κλίνην, καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότως ἐκχρεμάμενος, ταύτῃ καὶ προσπεπτικώς κατέλυχε τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων, εἴλχε τε καὶ ἐζέτεινεν· ὥστε τὸν πρώτον αὐ̓τὸν ἐπονομάζαντα Σιχῦν