Ancient Greek
370.1
Clearchus, Fragmenta 370.1
Unproofread scanNot analysed yet
ἐσπουδαχότος· ἀλλὰ μᾶλλον τὰς τοιαύτας, τῷ πρώτῳ ἔτει ἰαμβείον εἰπόντι τὸ ἐχόμενον ἕκαστον λέγειν, καὶ τῷ κεφάλαιον εἰπόντι ἀντειπεῖν τὸ ἕτερόν ποιητῷ τινος, εἰ τὴν αὐτὴν εἴπε γνῶμην· ἐτι δὲ λέγειν ἕκαστον ἰαμβείον. Πρὸς τε τούτους ἕκαστον εἰπεῖν ὅσον ἂν προσταχθῇ συλλαβῶν ἐμμετρον· καὶ δσ' ἀπὸ τῆς τῶν γραμμάτων καὶ συλλαβῶν ἔχεται θεωρίας. Ὁμοίως δὲ τοὺς εἰρημένους ἠγεμόνος ἕκαστον λέγειν ὄνομα τῶν ἐπὶ Τροίαν ἢ τῶν Τρώων· καὶ πόλεως ὄνομα τῶν ἐν τῇ Ἀσίᾳ λέγειν ἀπὸ τοῦ δοθέντος γράμματος, τὸν δ' ἐχόμενον τῶν ἐν τῇ Εὐρώπῃ, καὶ τοὺς λοιποὺς ἀναλλάξαι, ἂν τε Ἑλληνίδος ἂν τε βαρβάρου τάχῃ τις. Ὅποτε τὴν παιδιὰν μὴ σκεπτόν· οὐσαν μηνύματα γίνεσθαι τῆς ἕκαστου πρὸς παιδείαν οἰκειότητος. Ἐφ' οἷς ἄθλον ἐτίθεσαν στέφανον καὶ εὐφημίαν, οἷς μάλιστα γλυκαίνεται τὸ φιλεῖν ἀλλήλους. »Ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε.