Ancient Greek
380.2
Clearchus, Fragmenta 380.2
Unproofread scanNot analysed yet
Οὕτος ἤν σφόδρα παχύς· καὶ πρεσδεύσας πρὸς Ἀθηναίους γέλοια ἐκίνησε, καὶ τῆς πρεσβείας ἐκρά-τησεν, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιτὸς τὴν γαστέρα. Ταραχθεὶς δ' οὐδὲν ἀπὸ τοῦ γέλιοτος, «Τί, ἔφη, ὦ Ἀθηναῖοι, γελᾶτε; ἢ ὅτι παχύς ἐγὼ καὶ τοσούτος; Ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδ' ἡ οἰ-κία. »Καὶ εἰς ἐν ἤλθεν ὁ τῶν Ἀθηναίων δῆμος, ἀρμω-σθεὶς ὑπὸ τοῦ Λέοντος, σοφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ. Οὕτος ὁ Λέων ἀποκρουόμενος τὸν Φίλιππον ἀπὸ τοῦ Βυζαντίου διεβλήθη παρὰ Φιλίππου πρὸς τοὺς Βυζαντίους δι' ἐπιστολῆς ἔχουσης οὕτως· «Εἰ τοσαῦτα χρήματα παρέχον Λέοντι, ὅποσα με ἡτεῖτο, ἐκ πρώ-της ἂν ἐλαβον τὸ Βυζάντιον. »Ταῦτα ἀκούσαντος τοῦ δήμου καὶ ἐπισωτάντος τῇ οἰκίᾳ τοῦ Λέοντος, φοβηθεὶς μὴ πως λιθόλευστος παρ' αὐτῶν γένηται, ἑαυτὸν ἤγξε, μηδὲν ἀπὸ τῆς σοφίας καὶ τῶν λόγων κερδάνας ὁ δεῖ-λαιος (*).