Ancient Greek
418.1
Clearchus, Fragmenta 418.1
Unproofread scanNot analysed yet
ΣΩΚΡΑΤΗΣ. Idem ib. c. 5, 10 :Ἀριστείδης δὲ τὴν ἐπωνύμον εὐθὺς ἀρχὴν ἤρξε. Καίτοι φησὶν ὁ Φαληρεὺς Δημήτριος ἀρξαι τὸν ἄνδρα μικρὸν ἐμπροσθεν τοῦ θανάτου μετὰ τὴν ἐν Πλαταιαῖς μάχην. Ἐν δὲ ταῖς ἀναγραφαῖς μετὰ μὲν Ξανθιππίδην, ἐφ’ οὗ Μαρδόνιος ἥττηθη Πλαταιαῖσιν, οὐδ’ ὁμώνυμον Ἀριστείδην ἐν πᾶνι πολλοὺς λαθεῖν ἔστι, μετὰ δὲ Φανίππον, ἐφ’ οὗ τὴν ἐν Μαραθῶνι μάχην ἐνίκων, εὐθὺς Ἀριστείδης ἀρχῶν ἀναγέγραπται.