Ancient Greek
440.6
Clearchus, Fragmenta 440.6
Unproofread scanNot analysed yet
τέσσαρα στοιχεῖα ἐξ αὐτῆς διαχριθῆναι ,καὶ ζῶα παντοῖα ἀποτελεσθῆναι· θεοὺς δ' ἥλιον καὶ σελήνην, τὸν μὲν Ὀσirin, τὴν δ' Ἥσιν καλουμένην· αἰνίττεσθαι τε αὐτοὺς διὰ τε κανθάρου καὶ δράκοντος καὶ λέοντος καὶ ἄλλων, ὡς φησι Μανέθως ἐν τῇ τῶν Φυσικῶν ἐπιτομῇ καὶ Ἑκαταῖος ἐν τῇ πρώτῃ περὶ τῆς τῶν Αἰγυπτίων φιλοσοφίας. Κατασκευάζειν δὲ καὶ ἀγάλματα καὶ τεμένη τῷ μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν. Τὸν κάσμον γενητὸν καὶ φθαρτὸν καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι, καὶ τῇ τούτων κράσει τὰ ἐπὶ γῆς γίνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασμα τῆς γῆς ἐμπιπτούσαν· τὴν ψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαλνεῖν· ὑετοὺς κατὰ ἀέρος τροπὴν ἀποτελεῖσθαι· τὰ τε ἄλλα φυσιολογεῖν, ὡς Ἑκαταῖος τε καὶ Ἀριστογόρας ἱστοροῦσιν. Ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, ὧς εἰς Ἑρμὴν ἀνῆνγχαν· καὶ τὰ εὐχρήστα τῶν ζῴων θεοὺς ἐδόξασαν. Λέγουσι δὲ καὶ ὡς αὐτοὶ γεωμετρίαν τε καὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον.