Ancient Greek
444.2
Clearchus, Fragmenta 444.2
Unproofread scanNot analysed yet
τούτους ἱερεῖς ἀπέδειξε· τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίγεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ θεοῦ τιμὰς τε καὶ θυσίας. (5) Τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἔθων φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασιλέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ πλήθους προστασίαν διδόσθαι διὰ παντὸς τῷ δοκοῦντι τῶν ἱερέων φρονεῖν καὶ ἀρετῇ προέχειν. Τοῦτον δὲ προσαγορεύουσι ἀρχιερέα, καὶ νομίζουσι αὐτοῖς ἄγγελον γίγεσθαι τῶν τοῦ θεοῦ προσταγμάτων. (6) Τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας συνόδους φησιν ἐκφέρειν τὰ παραγγελλόμενα, καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως εὐπιθεῖς γίγεσθαι τοὺς Ἰουδαίους, ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν προσκυνεῖν τὸν τοῦτο ἐρμηνεύοντα ἄρχιερέα. Προσέγραπται δὲ καὶ τοὺς νόμους ἐπὶ τελευταῖς ὅτι Μωϋσῆς ἀκούσας τοῦ θεοῦ ταῦτα λέγει τοῖς Ἰουδαίοις. Ἐποιήσατο δ' ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν καὶ τοὺς νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ χαρτερίαν καὶ τὸ σύνολον ὑπομονὴν πάσης κακοπαθείας. (7) Ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησίον ἔθνη τῶν ἔθνων, καὶ πολλὴν κατακτησάμενος χώραν κατεκληρούγησε, τοὺς μὲν ἰδιώτας ἴσους ποιήσας κλήρους, τοὺς δ' ἱερεῦσι μειζόνας, ἵνα λαμβάνοντες ἀξιολογωτέρας προσόδους ἀπερίστατοι συνεχῶς προσεδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς. Οὐκ ἐξῆν δὲ τοῖς ἰδίοις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μὴ τινες διὰ πλεονεξίαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπορωτέρους καὶ κατασκευάσωσι ὀλιγαρχίαν. (8) Τεκνοτροφεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι' ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν, δεῖ τὸ γένος τῶν