Ancient Greek
Section 102
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 102
Not analysed yet
Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει σήμερόν με βαπτισθῆναι; ἥτις πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῳ, ὅτι πολλὰ σχεδὸν καθ’ ἡμέραν θυούσης αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ καὶ λέγειν; ὁπότε οὐδὲ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται, ἀντιποιουμένης μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἕνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ’ οὐδὲ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακουχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν τοῦ Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀπόλεια καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παραμυθήσομαι γὰρ ἐμαυτὴν περὶ αὐτῶν, ὅτι ἐν τῇ θαλάσσῃ διεφόνησαν· ἀλλ’ ὅτι πρὸς τούτοις ἐκτὸς τυχὸν θρησκείας θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύμβιος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ἐκβὰς ζήτησιν τοσούτοις ἔτεσιν ἀφανής ἐστι· πάντως δὲ ἐτελεύτησε. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφόνησεν.