Ancient Greek
Section 108
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 108
Not analysed yet
Ἡ δὲ ὤμνυεν· δύο τῶν διελθουσῶν ἡμερῶν τῇ γυναικὶ Πέτρου τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην, ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρτύρει τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα, ὡς ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος· ἀλλ’ οὐκ ἐστὶ τοῦτο νηστεία βαπτίσματος, ὁ μὴ δι’ αὐτὸ γέγονε. καὶ ὁ Φαυστινιανὸς ’πεκρίνατο· ἴσως οὖν ὁ θεὸς βουλόμενος ἠμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης, προῳκονόμησε τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς ἡμέρας νηστεύσαι ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ.