Ancient Greek
Section 12
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 12
Not analysed yet
Ταῦτά μοι λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγένετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνῇράν μοι, οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ’ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμέρας ὀλίγας διατρίψας, καὶ τοῦ ἀληθοῦς λόγον βραχέα κατηχήσας με, ὅσον ἐν ὀλίγαις ἡμέραις, σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς ἑορτῆς χάριν, ὡς καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοέθνεσι συνεῖναι θέλων φανερῶς δή μοι ἀποκαλύψας.