Ancient Greek
Section 120
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 120
Not analysed yet
CXX. Καὶ ὁ Πέτρος ἔφη· ταῦτα μὲν ἐποίησας, ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἄρα ψευδόμενος διϊσχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ ἔφη· οὐ ψεύσομαι πρὸς σέ. ἀληθῶς ὡς οὔσης γενέσεως ἐβεβαίουν. εἰμὶ γὰρ οὐκ ἀμύητος τοῦ θεωρήματος· πλὴν συνῆν μοί τις ἀστρολόγων ἄριστος ἀνὴρ Αἰγύπτιος Ἀννουβίων ὀνόματι, ὅστις ἐν ταῖς ἀποδημίαις κατ’ ἀρχάς μοι φιληθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος ἔφη· οὐκοῦν ἔργῳ πέπεισαι, ὅτι οὐ συνέστηκεν τὰ κατὰ τὴν γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ ὑποτρέχοντά μοι εἰς τὸν νοῦν ἐκτίθεσθαί σοι, ἵνα πρὸς αὐτὰ ἀκούων μανθάνειν ἔχω. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ ἀληθεύειν. καὶ ὑποπτεύω οὖν, μήπως ἃ μὲν ἀκριβοῦσιν, ἀληθεύωσι, ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν, ὡς ὑπονοεῖν με, τὸ μὲν μάθημα συνεστάναι, τοὺς δὲ δι’ ἀμαθίαν ψεύδεσθαι διὰ τὸ μὴ πάντως περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἄπεχε, μή πως περὶ ὧν ἀληθεύουσιν, ἐπιτυγχάνουσιν, καὶ οὐχὶ ἀκριβοῦντες λέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων ἔφη· πῶς οὖν ἐστιν περὶ τούτου πληροφορηθῆναι, τὸ εἴτε συνέστηκεν τὸ κατὰ τὴν γένεσιν ἢ οὔ;