Ancient Greek
Section 139
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 139
Not analysed yet
Ταῦτα τοῦ Πέτρου εἰπόντος οἶδα, φή ὁ πατὴρ, ὅτι βούλῃ, διὸ μὴ κάμνε. ἐμοὶ γὰρ οὐχ ἧττον μελήσει ἐκεῖσε ἐλθόντι διαλεχθῆναι, ἃ χρὴ περὶ σοῦ διαλέγεσθαι. καὶ δὴ τοῦ πατρὸς ὑπὸ νύκτα μεθ’ ὧν ἐκέλευσεν Πέτρος σὺν τῷ Ἀννουβίωνι ὁρμήσαντος ἐπὶ τὴν πλησίον Ἀντιόχειαν ἦλθεν. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἶπεν πρὸς τὸ πλῆθος τοῦ λαοῦ· ἐγὼ Σίμων ταῦτα ὑμῖν κηρύσσω· ὁμολογῶ ἀδίκως καταψεύσασθαι Πέτρου· οὐκ ἔστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδε ὅσα περὶ αὐτοῦ ποτὲ φαῦλα ἔλεγον. δέομαι ὑμῶν αὐτὸς ἐγὼ, ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς, παῦσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν ἀπόστολος. διὸ καὶ αὐτὸς συμβουλεύω αὐτῷ ὑμᾶς πείθεσθαι περὶ ὧν κηρύσσει, ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται. δι’ ἣν δὲ αἰτίαν ὑμῖν ταῦτα ὡμολόγησα, εἰδέναι ὑμᾶς θέλω. ταύτῃ τῇ νυκτὶ ἄγγελοί με τοῦ θεοῦ τὸν ἀσεβῆ, ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι, δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν· ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης, ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ ἀπολοῦσαι τὰ προπεπραγμένα μοι ἁμαρτήματα.