Ancient Greek
Section 154
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 154
Not analysed yet
Οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν κοσμικῶν μὴ κρινέσθωσαν, ἀλλ’ ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε, ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην. ζυγὰ, μέτρα, στάθμα, τὰ τῶν τόπων δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παραθήκας εὐγνωμονεῖτε. πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομονεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ πεπληροφορημένος, ὅτι ἐκ θεοῦ δικαίου τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρισθῇ κρίσις, ἵνα οἱ μὲν ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀϊδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀποῤῥήτου κολάσεως τεύξωνται τῆς αἰωνίου;