Ancient Greek
Section 16
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 16
Not analysed yet
Κἀγὼ ἐξεθέμην τὴν ἀπ’ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἐγὼ δὲ ἔλεγον· σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν· τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως χαίρων θέλω· πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι φορηθῆναι θέλω, ἵνα γνῶ, εἰ ἡ ψυχὴ θνητὴ τυγχάνει, ἢ ἀθάνατός ἐστι· καὶ εἰ ἀΐδιος οὖσα περὶ ὧν ἕπραξεν ἐνταῦθα ἔχει κριθῆναι· καὶ εἴ τί ποτέ ἐστιν δίκαιον ἢ ἀρέσκον θεῷ· καὶ εἰ γέγονε κόσμος, καὶ διὰ τί γέγονε· καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ λυθήσεται· καὶ εἰ κρείττων ἔσται, ἢ οὐδὲ ἔσται· καὶ ἳνα μὴ τὸ κατ’ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν ἤθελον. ὁ δὲ Πέτρος πρὸς ταῦτα ἀπεκρίνατο· συντόμως σοι, ὦ Κλήμη, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι· καὶ τὰ νῦν ἐξαυτῆς ἄκουσον.