Ancient Greek
Section 166
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 166
Not analysed yet
Τότε οἱ παῖδες αὐτοῦ λαβόντες αὐτὸν περιῆγον δι’ ὅλης τῇς ἐκκλησίας ἐν μέσῳ τοῦ εὐχομένου λαοῦ ἀνδρῶν τε καὶ γυναικῶν, καὶ τὰς θύρας, ὅθεν εἰσῆλθον, εὑρεῖν οὐκ ἠδύνατο. ὅθεν ἐν τῷ περιέρχεσθαι αὐτοὺς πλανωμένους καὶ κυκλεύειν πρὸς Θεοδώραν τὴν κυρίαν αὐτῶν, ἔνθα τῷ θεῷ προσηύχετο, σὺν τῷ δεσπότῃ αὐτῶν παρεγένοντο. ἥτις ἑωρακυῖα τοὺς παῖδας μετὰ τοῦ κυρίου αὐτῶν τυφλωθέντα αὐτὸν περιάγοντας πρῶτον μὲν ἐξέκλινεν τὴν θέαν αὐτοῦ νομίζουσα, ὅτι περ ἠνεῳγμένοις ὄμμασιν θεάσηται αὐτὴν. καὶ μεταπεμψαμένη ἕνα τῶν παίδων αὐτῆς πρὸς τὸ γνῶναι, τί ἅρα θέλοιεν μετὰ τοῦ κυρίου αὐτῶν περιερχόμενοι, εἶπεν· ὁ κύριος ἡμῶν θέλων ὁρᾶν, ἅπερ αὐτῷ οὐκ ἔξεστιν, καὶ ἀκούειν ἀλλοτρίου μυστηρίου, ἀποτετύφλωται καὶ κωφὸς ἀπειργάσθη. ἡμῖν τε ἐκέλευσεν, ἵνα τοῦτον ἐντεῦθεν ἐξαγάγωμεν. καὶ οὐ συγκεχώρηται ἡμῖν αὐτὸν ἐντεῦθεν ὅπως οὖν ἐκβαλεῖν.