Ancient Greek
Section 169
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 169
Not analysed yet
Τότε οὖν ὁ μακάριος Κλήμης τὰ γόνατα πρὸς τὸν θεὸν κλίνας ἔφη· κύριε Ἰησοῦ Χριστὲ, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν δεδωκὼς τῷ ἀποστόλῳ σου Πέτρῳ, διδασκάλῳ δὲ ἐμῷ, καὶ εἰπών· ἅπερ ἂν ἀνοίξῃς ἠνέῳκται, καὶ ἅπερ κλείσῃς κέκλεισται, σὺ κέλευσον, ἵνα διανοιχθῶσιν τοῦ ἀνθρώπου τούτου αἱ ἀκοαὶ καὶ οἱ ὀφθαλμοὶ, ὅτι σὺ εἶπας· ἅπερ ἄν αἰτήσητε πιστεύοντες λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς αἰῶνα αἰῶνος. καὶ ἡνίκα πάντες εἶπον τὸ ἀμὴν, διηνοίχθησαν εὐθέως οἱ ὀφθαλμοὶ Σισιννίου καὶ αἱ ἀκοαί ἰδὼν δὲ τὸν ἅγιον Κλήμεντα ὁ Σισίννιος ἱστάμενον σὺν τῇ ἑαυτοῦ γυναικὶ ἐξέστη τῇ διανοίᾳ λογιζόμενος, τί ἄρα εἴη τοῦτο, καὶ ὑπονοῶν ὅτι γοητικαῖς τέχναις ἐμπέπαικται, ἤρξατο κελεύειν τοῖς δούλοις αὐτοῦ καὶ λέγειν· κρατήσατε Κλήμεντα τὸν ἐπίσκοπον, διὰ γὰρ τοῦ εἰσελθεῖν πρὸς τὴν γυναῖκά μου τῇ μαγικῇ αὐτοῦ τέχνῃ τὴν πήρωσίν μοι ἐπήγαγεν.