Ancient Greek
Section 171
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 171
Not analysed yet
Ἐκεῖνος δὲ ὡς δῆθεν δεδεμένου τοῦ ἁγίου καυχώμενος ἔλεγεν· ἐγώ σε ποιῶ εἰς ὑπόδειγμα πάντων τῶν γοητῶν ἀναιρεθῆναι. τηνικαῦτα οὖν ὁ ἅγιος Κλήμης δεδωκὼς εὐχὴν καὶ εὐλογήσας τὴν ἐκείνου σύμβιον ἀπῴχετο τοῦτο ἐντειλάμενος αὐτῇ, μὴ παύσασθαι τὸ παράπαν τῆς προσευχῆς, μέχρις ἂν τὴν παρ’ αὐτοῦ ἐπίσκεψιν ὁ Κύριος εἰς τὸν ἄνδρα αὐτῆς καταξιώσῃ ἀναδεῖξαι. κλαιούσῃ τοίνυν καὶ εὐχομένῃ τῇ Θεοδώρᾳ πρὸς ἑσπέραν ἐφάνη τις ἀνὴρ τῇ πολιᾷ αἰδέσιμος καὶ εἶπεν· διά σε ὑγιὴς ἔσται ὁ Σισίννιος, ὅπως πληρωθῇ ὅπερ ἔφη ὁ ἀδελφός μου Παῦλος ὁ ἀπόστολος· ἁγιασθήσεται ὁ ἀνὴρ ὁ ἄπιστος διὰ τὴν γυναῖκα τὴν πιστήν. καὶ ταῦτα εἰπὼν ἐξ ὄψεως αὐτῆς ἀνεχώρησεν. ὅθεν ἀναμφίβολον ὑπάρχει καὶ κατάδηλον, τὸν μακάριον ἐκεῖσε Πέτρον τὸν ἀπόστολον φανῆναι.