Ancient Greek
Section 18
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 18
Not analysed yet
Διὸ πρὸ παντὸς ζητήματος ἑτοίμως πρόσελθε ὡς υἱὸς πατρὶ, ἴνα καὶ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῶς τὴν γνῶσιν θεὸς παράσχῃ σοι. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ κρίσει ἀποκληρώσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς· καὶ μή τοι νομίσῃς, ὅτι ἐὰν πάντων τῶν ποτὲ γενομένων εὐσεβῶν εὐσεβέστερος γένῃ, ἀβάπτιστος δὲ ἦς, ἐλπίδος τυχεῖν δυνήσῃ ποτέ· ταύτῃ γὰρ μᾶλλον πλείονα ὑφέξεις κόλασιν, ὅτι καλὰ ἔργα οὐκ ἐποίησας καλῶς. καλὴ γὰρ εὐποιΐα, ὁπότ’ ἂν ὡς ὁ θεὸς ἐκέλευσε γίνηται. σὺ δὲ εἰ οὐ θέλεις, ὡς ἐκείνῳ ἔδοξεν, βαπτισθῆναι, τῷ σῷ θελήματι ὑπηρετῶν, ἐχθραίνεις τῇ ἐκείνου βουλῇ. ἀλλ’ ἴσως ἐρεῖς· τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν θεῷ πράττεις· δεύτερον δὲ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννᾶσαι θεῷ, καὶ τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γέννησιν, καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ, ἄλλως δὲ ἀδύνατον· οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ καὶ ἀφθαρσίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας θεὸς λόγον εἶπεν ἡμῖν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι’ ὕδατος καὶ πνεύματος εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὸ πρόσελθε τῷ ὕδατι, τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται· καὶ μὴ ἀναβάλλου, ὅτι ἡ ἀναβολὴ κίνδυνον φέρει διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν.