Ancient Greek
Section 21
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 21
Not analysed yet
Ὁ δὲ τὸν προκείμενον ἐγκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει, τίνος ἕνεκεν οὐκ ἐξύπνισέ με, ὅπως τὸν λόγον ἐπακούσω, αἰτίαν τιθέμενος τὸν ἐκ τοῦ πλοῦ σκυλμόν· ἐκεῖνον γὰρ πεφθῆναί μοι θέλων, ἡσυχάζειν εἴασεν. ὁπόταν γὰρ ἡ ψυχὴ περὶ τὸ λεῖπον τῷ σώματι ἀσχολεῖται, τὰ προσφερόμενα μαθήματα οὐ κατ’ ἀξίαν προσίεται. τούτου ἕνεκα διαλέγεσθαι οὐ βούλομαι οὔτε διά τινα συμφορὰν λυπουμένοις ἢ ἀμέτρως ὀργιζομένοις, ἢ πρὸς λύσσαν ἔρωτος ἐκτετραμμένοις, ἢ τὸ σῶμα καταπεπονημένοις, ἢ ὑπὸ βιωτικῶν φροντίδων περιωθουμένοις ἢ ἄλλοις τισὶ πάθεσιν ὀχλουμένοις, οἷς ἡ ψυχὴ, ὡς ἔφην, ὑποπίπτουσα καὶ τῷ σώματι πάσχοντι συναλγοῦσα τὴν ἑαυτῆς φρόνησιν ἀσχολεῖ.