Ancient Greek
Section 25
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 25
Not analysed yet
Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχὴλ, Σαμαρεὺς τὸ ἔθνος, ἀπὸ Γιτθῶν τῆς κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἔξ. οὑτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγονὼς, ἑλληνικῇ παιδείᾳ πάνυ ἐξασκήσας ἑαυτὸν, καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος θεοῦ. ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνισσόμενοι προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ συστησόμενος ἀεὶ ζῆν, καὶ αἰτίαν φθορᾶς τὸ σῶμα πεσεῖν οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον εἶναι λέγει, οὐ νεκροὺς ἐγερθήσεσθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεῖν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προσλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ.