Ancient Greek
Section 31
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 31
Not analysed yet
Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας· ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ ἐπεὶ μὴ ὑπάρχει, ἀλλὰ δαίμων τις ὑποκρινόμενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ἐγὼ Νικήτης ἔφην· πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχὴ, τίς τῆς ψυχῆς χρεία γίνεται, ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου, ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ’ ἡμῶν ποτε, διατί ἐνίοτε καὶ παύονται αἱ προσεδρεῖαι, ἔφης, ὅτι ἠ ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἢμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾃδην πορεύεται· προσετίθης δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαὶ, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;