Ancient Greek
Section 4
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 4
Not analysed yet
Καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς ὄντος τοῦ πράγματος; ὅτι εἰ μὲν θανὼν οὐκ εἰμὶ, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δ’ ἄρα εἰμὶ, τί νῦν ἐκ περισσοῦ μοι πρόσεστι τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός. ἔλεγον γάρ· μή τί γε τοῦ νῦν με λυποῦντος ἐκεῖ χεῖρον παθεῖν ἔχω, μὴ βεβιωκὼς εὐσεβῶς, καὶ παραδοθήσομαι κατ’ ἐνίων φιλοσόφων λόγους Πυριφλεγέθοντι καὶ Ταρτάρῳ, ὡς Σίσυφος ἢ Τιτυὸς ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αιῶνα κολαζόμενος; πάλιν τε ἀνθυπέφερον λέγων· ἢ ἀδήλου ὄντος τοῦ πράγματος ἀκινδυνότερόν ἐστι μᾶλλον εὐσεβῶς βιῶσαί με. καὶ πάλιν· πῶς δυνήσομαι τοῦ δικαίου χάριν εἰς ἄδηλον ἐλπίδα ἀφορῶν τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν; ἀλλ’ οὐ δ’ ὅ,τι ποτέ ἐστι δίκαιον καὶ ἀρέσκον τῷ θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ γινώσκω· οὔτε τις λόγος βέβαιος εὑρί‐ σκεται, οὔτε τῶν τοιούτων λογισμῶν ἡσυχάζειν δύναμαι.