Ancient Greek
Section 42
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 42
Not analysed yet
Πλὴν ἡ ζήτησις μέχρι τριῶν ἡμερῶν ἐγένετο. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες πρὸς τὸν ἀπόστολον Πέτρον λέγοντες· ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν, πολλοὺς τῶν ἐκεῖ κατέπληξεν, καὶ σὲ πολλαῖς διαβολαῖς μισητὸν ἐποίησεν. ταῦτα ἀκούσας ὁ ἀπόστολος Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συνελθεῖν ἐποίησεν, συναχθέντων δὲ αὐτῶν ἔφη· ἐπειδὴ ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισεν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσιν, προλαβὼν ὁ διάβολος, προαπέστειλεν Σίμωνα, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, χρή [οὖν] με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.