Ancient Greek
Section 54
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 54
Not analysed yet
Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων· δυνατὸς γάρ ἐστιν καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ’ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθῆτε, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ τῷ θεῷ ἀρέσκοντα ἀναδεξάμενοι. ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ, τὸ αὐτῷ προσεύχεσθαι, τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μολυσμοῦ ἀσπίλους ἑαυτοὺς διατηρεῖν ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντας. ἅπερ ἕκαστος ἑαυτῷ θέλει, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὐ θέλεις φονευθῆναι; ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ’ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ’ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, θεῷ προσφιλεῖς γενόμενοι ἐπιτεύξησθε τῆς ἰάσεως.