Ancient Greek
Section 59
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 59
Not analysed yet
Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, δι’ ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας καὶ θεραπεύσας πολλοὺς καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας κατ’ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τριπολιν εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου πολλοὶ συνεισῆλθον. οὐχ ἥκιστα δὲ τῶν ἐπ’ αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ὑπ’ αὐτοῦ ἐκπεμφθέντες ἀδελφοὶ διηγούμενοι τάτε κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα παρὰ Σίμωνι ἀκριβῶς· ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαρώνου ἦγον οἰκίαν.