Ancient Greek
Section 6
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 6
Not analysed yet
Καὶ ἵνα μή σοι τὰ τοιαῦτα μακρῷ διηγήσωμαι λόγῳ, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα ἐπὶ τῆς Τιβερίου Καίσαρος βασιλείας ἐξ ἐαρινῆς τροπῆς τὴν ἀρχὴν λαμβάνουσα ηὔξανεν ἑκάστοτε, καὶ ὡς ἀληθῶς ἀγαθὴ θεοῦ ἄγγελος διέτρεχε τὸν κόσμον, τὸ τοῦ θεοῦ βούλημα σιγᾶν στέγειν μὴ δυναμένη. ἑκάστοτε οὖν πλείων καὶ μείζων ἐγίνετο λέγουσα, ὥς τίς ποτε ἐν Ἰουδαίᾳ ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχὴν, Ἰουδαίοις τὴν τοῦ ἀϊδίου θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει, ἐάν τις αὐτοῦ προκατορθώσῃ τὴν πολιτείαν· τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν, ὅτι θειότητος γέμων ταῦτα ποιεῖ, πολλὰ θαυμάσια, σημεῖά τε καὶ τέρατα διαπράττεται· κελεύσει γὰρ μόνῃ, ὡς ἔχων ἐξουσίαν, κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς ἀναβλέπειν, κυλλοὺς ποιεῖ περιπατεῖν, χωλοὺς ὀρθοῖ, πᾶσαν νόσον ἀπελαύνει, πάντα δαίμονα φυγαδεύει· ἀλλὰ καὶ λεπροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφε‐ ρόμενοι ἐγείρονται, καὶ οὐδέν ἐστιν ὃ ἀδυνατεῖ ποιεῖν. καὶ ὅσον γε μᾶλλον ὁ χρόνος προέκοπτε, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημούντων βεβαιωτέρα ἐγίνετο, οὐκ ἔτι φήμη, λέγω, ἀλλὰ τοῦ πράγματος ἡ ἀλήθεια· ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπους ἐγίνετο βουλῆς καὶ σκέψεως, τίς ἂν εἴη ὁ φανεὶς καὶ τί βούλεται λέγειν.