Ancient Greek
Section 72
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 72
Not analysed yet
Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης μεγάλως ἔχαιρον, ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. καὶ ἀποκριθεὶς εἶπον· εὐχαριστῶ τῷ θεῷ, ὅτι με οὐκ ἐξαπέστειλας, ὡς τοὺς ἑταίρους, ἐπεὶ ὀδυνώμενος ἂν διεπεφωνήκειν. ὁ δὲ ἔφη· τί δαὶ, εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που, σὺ δὲ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσαγέντα εὐθύμως ὑποσταίῃς; ἢ οὐκ οἶσθα, ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις κἂν τοῖς σώμασιν ἀπολιμπάνωνται; ὡς ἔνιοι συνόντες τοῖς σώμασιν ἀμνημοσύνης αἰτίᾳ ταῖς ψυχαῖς ἀποδημοῦσι τοῖς φίλοις.